Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.87 Joseph. AJ 15.91 (English) >>Joseph. AJ 15.96

15.89φύσει δὲ πλεονεξίᾳ χαίρουσα παρανομίας οὐδὲν ἔλιπεν, τὸν μὲν ἀδελφόν, τὴν βασιλείαν ᾔδει γενησομένην, προανελοῦσα φαρμάκοις πεντεκαιδέκατον ἔτος ἔχοντα, τὴν δʼ ἀδελφὴν Ἀρσινόην ἱκετεύουσαν ἐν Ἐφέσῳ πρὸς τῷ τῆς Ἀρτέμιδος ἀποκτείνασα διʼ Ἀντωνίου· 15.90χρημάτων μὲν γὰρ εἵνεκεν, εἴ που μόνον ἐλπισθείη, καὶ ναοὶ καὶ τάφοι παρενομήθησαν, οὔθʼ ἱεροῦ τινος οὕτως ἀσύλου δόξαντος, ὡς μὴ περιαιρεθῆναι τὸν ἐν αὐτῷ κόσμον, οὔτε βεβήλου μὴ πᾶν ὁτιοῦν τῶν ἀπηγορευμένων παθόντος, εἰ μέλλοι μόνον εἰς εὐπορίαν τῇ τῆς ἀδικούσης πλεονεξίᾳ. 15.91τὸ δʼ ὅλον οὐδὲν αὔταρκες ἦν γυναικὶ καὶ πολυτελεῖ καὶ δουλευούσῃ ταῖς ἐπιθυμίαις, μὴ καὶ τὰ πάντα πρὸς τὴν ἐπίνοιαν ἐνδεῖν ὧν ἐσπουδάκει. διὰ ταῦτα καὶ τὸν Ἀντώνιον ἤπειγεν ἀεί τι τῶν ἄλλων ἀφαιρούμενον αὐτῇ χαρίζεσθαι, καὶ διαβᾶσα σὺν ἐκείνῳ τὴν Συρίαν ἐπενόει κτῆμα ποιήσασθαι. 15.92Λυσανίαν μὲν οὖν τὸν Πτολεμαίου Πάρθους αἰτιασαμένη τοῖς πράγμασιν ἐπάγειν ἀποκτίννυσιν, ᾔτει δὲ παρʼ Ἀντωνίου τήν τε Ἰουδαίαν καὶ τὴν τῶν Ἀράβων ἀξιοῦσα τοὺς βασιλεύοντας αὐτῶν ἀφελέσθαι. 15.93τῷ δʼ Ἀντωνίῳ τὸ μὲν ὅλον ἡττᾶσθαι συνέβαινεν τῆς γυναικός, ὡς μὴ μόνον ἐκ τῆς ὁμιλίας, ἀλλὰ καὶ φαρμάκοις δοκεῖν ὑπακούειν εἰς τι ἂν ἐκείνη θέλῃ, τὸ μέντοι περιφανὲς τῆς ἀδικίας ἐξεδυσώπει μὴ μέχρι τοσούτου κατήκοον γινόμενον ἐπὶ μεγίστοις ἁμαρτάνειν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.87 Joseph. AJ 15.91 (English) >>Joseph. AJ 15.96

Powered by PhiloLogic